Ἀριστοτέλους. Περὶ Ἀρετῶν Καὶ Κακιῶν

Páginas: 7 (1550 palabras) Publicado: 27 de noviembre de 2012
Ἀριστοτέλους
Περὶ Ἀρετῶν καὶ Κακιῶν

[1249a](26) ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ᾽ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δ᾽ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπ᾽ αὐτῶν καὶ (30) τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ

[1249b] (26) ἀρετήἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δ᾽ ἐστὶ τοῦ μὲν (30) λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ

[1250a] (1) ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶμικροψυχία.

ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δ᾽ (5) ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. ἀνδρεία δ᾽ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾽ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφροσύνη δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια(10) δ᾽ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ᾽ ἀξίαν. ἐλευθεριότης δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δ᾽ ἐστὶν ἀρετὴ ψυχῆς, καθ᾽ ἣν δύναται φέρειν (15) εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.

ἀφροσύνη δ᾽ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς.ὀργιλότης δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δ᾽ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾽ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα (20) τῶν περὶ θάνατον. ἀκολασία δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. [περὶ μὲν τῆς ἀκρατείας οὐδέν· οὕτω δὲ σὺ δύνασαι ὁρίζειν.] ἀκράτεια δ᾽ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾽ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίανὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. (25) ἀδικία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δ᾽ ἐστὶ κακία ψυχῆς, καθ᾽ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.

(30) τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳαἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν (35) τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει· ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς,οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος (40) δ᾽ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. ἀνδρείας δ᾽ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων (45) τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ

[1250b] (1) εὔτολμον πρὸς τοὺςκινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ (5) ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία. σωφροσύνης δ᾽ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεωςαἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ (10) τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια. ἐγκρατείας δ᾽ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν (15) εἶναι τῆς κατὰ...
Leer documento completo

Regístrate para leer el documento completo.

Conviértase en miembro formal de Buenas Tareas

INSCRÍBETE - ES GRATIS