Traduccion Griego

Páginas: 8 (1930 palabras) Publicado: 13 de marzo de 2013
 καὶ ταύτην μὲν τὴν ἡμέραν οὕτως ἐπορεύθησαν, τὰ μέν τι

μαχόμενοι τὰ δὲ καὶ ἀναπαυόμενοι. 

4.1.15  εἰς δὲ τὴν ὑστεραίαν γίγνεται χειμὼν πολύς, ἀναγκαῖον δ᾽ ἦν

πορεύεσθαι· οὐ γὰρ ἦν ἱκανὰ τἀπιτήδεια. καὶ ἡγεῖτο μὲν

Χειρίσοφος, ὠπισθοφυλάκει δὲ Ξενοφῶν. 

4.1.16  καὶ οἱ πολέμιοι ἰσχυρῶς ἐπετίθεντο, καὶ στενῶν ὄντων τῶν

χωρίων ἐγγὺς προσιόντες ἐτόξευον καὶ ἐσφενδόνων· ὥστεἠναγκάζοντο οἱ Ἕλληνες ἐπιδιώκοντες καὶ πάλιν ἀναχάζοντες

σχολῇ πορεύεσθαι· καὶ θαμινὰ παρήγγελλεν ὁ Ξενοφῶν

ὑπομένειν, ὅτε οἱ πολέμιοι ἰσχυρῶς ἐπικέοιντο. 

4.1.17  ἐνταῦθα ὁ Χειρίσοφος ἄλλοτε μὲν ὅτε παρεγγυῷτο ὑπέμενε,

τότε δὲ οὐχ ὑπέμενεν, ἀλλ᾽ ἦγε ταχέως καὶ παρηγγύα ἕπεσθαι,

ὥστε δῆλον ἦν ὅτι πρᾶγμά τι εἴη· σχολὴ δ᾽ οὐκ ἦν ἰδεῖν παρελθόντι

τὸ αἴτιον τῆς σπουδῆς· ὥστε ἡπορεία ὁμοία φυγῇ ἐγίγνετο τοῖς

ὀπισθοφύλαξι. 

4.1.18  καὶ ἐνταῦθα ἀποθνῄσκει ἀνὴρ ἀγαθὸς Λακωνικὸς Λεώνυμος

τοξευθεὶς διὰ τῆς ἀσπίδος καὶ τῆς σπολάδος εἰς τὰς πλευράς, καὶ

Βασίας Ἀρκὰς διαμπερὲς τὴν κεφαλήν. 

4.1.19  ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ σταθμόν, εὐθὺς ὥσπερ εἶχεν ὁ Ξενοφῶν

ἐλθὼν πρὸς τὸν Χειρίσοφον ᾐτιᾶτο αὐτὸν ὅτι οὐχ ὑπέμενεν, ἀλλ᾽

ἠναγκάζοντο φεύγοντες ἅμα μάχεσθαι. καὶ νῦνδύο καλώ τε καὶ

ἀγαθὼ ἄνδρε τέθνατον καὶ οὔτε ἀνελέσθαι οὔτε θάψαι

ἐδυνάμεθα. 

4.1.20  ἀποκρίνεται ὁ Χειρίσοφος· --βλέψον, ἔφη, πρὸς τὰ ὄρη καὶ ἰδὲ

ὡς ἄβατα πάντα ἐστί· μία δ᾽ αὕτη ὁδὸς ἣν ὁρᾷς ὀρθία, καὶ ἐπὶ ταύτῃ

ἀνθρώπων ὁρᾶν ἔξεστί σοι ὄχλον τοσοῦτον, οἳ κατειληφότες

φυλάττουσι τὴν ἔκβασιν.

4.1.21  ταῦτ᾽ ἐγὼ ἔσπευδον καὶ διὰ τοῦτό σε οὐχ ὑπέμενον, εἴ πως

δυναίμηνφθάσαι πρὶν κατειλῆφθαι τὴν ὑπερβολήν· οἱ δ᾽ ἡγεμόνες

οὓς ἔχομεν οὔ φασιν εἶναι ἄλλην ὁδόν. 

4.1.22  ὁ δὲ Ξενοφῶν λέγει· --ἀλλ᾽ ἐγὼ ἔχω δύο ἄνδρας. ἐπεὶ γὰρ

ἡμῖν πράγματα παρεῖχον, ἐνηδρεύσαμεν, ὅπερ ἡμᾶς καὶ

ἀναπνεῦσαι ἐποίησε, καὶ ἀπεκτείναμέν τινας αὐτῶν, καὶ ζῶντας

προυθυμήθημεν λαβεῖν αὐτοῦ τούτου ἕνεκα ὅπως ἡγεμόσιν εἰδόσι

τὴν χώραν χρησαίμεθα.

4.1.23  καὶ εὐθὺς ἀγαγόντεςτοὺς ἀνθρώπους ἤλεγχον διαλαβόντες

εἴ τινα εἰδεῖεν ἄλλην ὁδὸν ἢ τὴν φανεράν. ὁ μὲν οὖν ἕτερος οὐκ ἔφη

μάλα πολλῶν φόβων προσαγομένων· ἐπεὶ δὲ οὐδὲν ὠφέλιμον

ἔλεγεν, ὁρῶντος τοῦ ἑτέρου κατεσφάγη. 

4.1.24  ὁ δὲ λοιπὸς ἔλεξεν ὅτι οὗτος μὲν οὐ φαίη διὰ ταῦτα εἰδέναι,

ὅτι αὐτῷ ἐτύγχανε θυγάτηρ ἐκεῖ παρ᾽ ἀνδρὶ ἐκδεδομένη· αὐτὸς δ᾽

ἔφη ἡγήσεσθαι δυνατὴν καὶ ὑποζυγίοις πορεύεσθαιὁδόν. 

4.1.25  ἐρωτώμενος δ᾽ εἰ εἴη τι ἐν αὐτῇ δυσπάριτον χωρίον, ἔφη εἶναι

ἄκρον ὃ εἰ μή τις προκαταλήψοιτο, ἀδύνατον ἔσεσθαι παρελθεῖν. 

4.1.26  ἐνταῦθα δ᾽ ἐδόκει συγκαλέσαντας λοχαγοὺς καὶ πελταστὰς

καὶ τῶν ὁπλιτῶν λέγειν τε τὰ παρόντα καὶ ἐρωτᾶν εἴ τις αὐτῶν

ἔστιν ὅστις ἀνὴρ ἀγαθὸς ἐθέλοι ἂν γενέσθαι καὶ ὑποστὰς

ἐθελοντὴς πορεύεσθαι. 

4.1.27  ὑφίσταται τῶν μὲν ὁπλιτῶνἈριστώνυμος Μεθυδριεὺς

[Ἀρκὰς] καὶ Ἀγασίας Στυμφάλιος [Ἀρκάς] , ἀντιστασιάζων δὲ

αὐτοῖς Καλλίμαχος Παρράσιος [Ἀρκὰς καὶ οὗτος] ἔφη ἐθέλειν

πορεύεσθαι προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ στρατεύματος·

ἐγὼ γάρ, ἔφη, οἶδα ὅτι ἕψονται πολλοὶ τῶν νέων ἐμοῦ ἡγουμένου.

4.1.28  ἐκ τούτου ἐρωτῶσιν εἴ τις καὶ τῶν γυμνήτων ταξιάρχων

ἐθέλοι συμπορεύεσθαι. ὑφίσταται Ἀριστέας Χῖος, ὃς πολλαχοῦ

πολλοῦἄξιος τῇ στρατιᾷ εἰς τὰ τοιαῦτα ἐγένετο. 

            Los voluntarios se ponen en marcha.
4.2.1    καὶ ἦν μὲν δείλη, οἱ δ᾽ ἐκέλευον αὐτοὺς ἐμφαγόντας πορεύεσθαι. καὶ τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς, καὶ συντίθενται τὴν μὲν νύκτα, ἢν λάβωσι τὸ ἄκρον, τὸ χωρίον φυλάττειν, ἅμα δὲ τῇ ἡμέρᾳ τῇ σάλπιγγι σημαίνειν· καὶ τοὺς μὲν ἄνω ὄντας ἰέναι ἐπὶ τοὺς κατέχοντας τὴν φανερὰν ἔκβασιν, αὐτοὶ δὲσυμβοηθήσειν ἐκβαίνοντες ὡς ἂν δύνωνται τάχιστα. 
4.2.2    ταῦτα συνθέμενοι οἱ μὲν ἐπορεύοντο πλῆθος ὡς δισχίλιοι· καὶ ὕδωρ πολὺ ἦν ἐξ οὐρανοῦ· Ξενοφῶν δὲ ἔχων τοὺς ὀπισθοφύλακας ἡγεῖτο πρὸς τὴν φανερὰν ἔκβασιν, ὅπως ταύτῃ τῇ ὁδῷ οἱ πολέμιοι προσέχοιεν τὸν νοῦν καὶ ὡς μάλιστα λάθοιεν οἱ περιιόντες. 
4.2.3    ἐπεὶ δὲ ἦσαν ἐπὶ χαράδρᾳ οἱ ὀπισθοφύλακες ἣν ἔδει...
Leer documento completo

Regístrate para leer el documento completo.

Estos documentos también te pueden resultar útiles

  • La traducción griega de los LXX
  • Traducción
  • Traduccion
  • Traduccion
  • Traduccion
  • Traduccion
  • Traduccion
  • traduccion

Conviértase en miembro formal de Buenas Tareas

INSCRÍBETE - ES GRATIS